Mark 7:31-37

31Καὶ πάλιν ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου
 ἦλθεν διὰ Σιδῶνος εἰς = WH Treg NA/NIV: || καὶ Σιδῶνος ἦλθεν πρὸς = RP
ἦλθεν διὰ Σιδῶνος εἰς ⸃ τὴν θάλασσαν τῆς Γαλιλαίας ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως.
32καὶ φέρουσιν αὐτῷ κωφὸν
 καὶ = WH Treg NA/NIV: || [omit] = RP
καὶ
 μογιλάλον = WH NA/NIV: || μογγιλάλον = Treg RP
μογιλάλον, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα.
33καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ᾽ ἰδίαν ἔβαλεν τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ, 34καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν ἐστέναξεν, καὶ λέγει αὐτῷ· Εφφαθα, ἐστιν Διανοίχθητι· 35
 καὶ = WH Treg: || καὶ εὐθέως = NA/NIV RP
καὶ
 ἠνοίγησαν = WH Treg NA/NIV: || διηνοίχθησαν = RP
ἠνοίγησαν αὐτοῦ αἱ ἀκοαί, καὶ ἐλύθη δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς·
36καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ
 λέγωσιν = WH Treg NA/NIV: || εἴπωσιν = RP
λέγωσιν· ὅσον δὲ
 αὐτοῖς διεστέλλετο αὐτοὶ = WH Treg NA/NIV: || αὐτὸς αὐτοῖς διεστέλλετο = RP
αὐτοῖς διεστέλλετο, αὐτοὶ ⸃ μᾶλλον περισσότερον ἐκήρυσσον.
37καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο λέγοντες· Καλῶς πάντα πεποίηκεν, καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν
 καὶ = WH Treg: || καὶ τοὺς = NA/NIV RP
καὶ ἀλάλους λαλεῖν.



Copyright information for SBLG